ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 14
Romans 14 Stephanus TR
1Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε μὴ εἰς διακρίσεις διαλογισμῶν 2ὃς μὲν πιστεύει φαγεῖν πάντα ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει 3ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω καὶ ὁ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω ὁ θεὸς γὰρ αὐτὸν προσελάβετο 4σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει· σταθήσεται δέ, δυνατὸς γάρ ἐστιν ὁ Θεὸς στῆσαι αὐτόν

5ὃς μὲν κρίνει ἡμέραν παρ' ἡμέραν, ὃς δὲ κρίνει πᾶσαν ἡμέραν· ἕκαστος ἐν τῷ ἰδίῳ νοῒ πληροφορείσθω 6ὁ φρονῶν τὴν ἡμέραν κυρίῳ φρονεῖ· καὶ ὁ μὴ φρονῶν τὴν ἡμέραν, κυρίῳ οὐ φρονεῖ· ὁ ἐσθίων κυρίῳ ἐσθίει εὐχαριστεῖ γὰρ τῷ θεῷ· καὶ ὁ μὴ ἐσθίων Κυρίῳ οὐκ ἐσθίει καὶ εὐχαριστεῖ τῷ θεῷ

7οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ καὶ οὐδεὶς ἑαυτῷ ἀποθνῄσκει· 8ἐάν τε γὰρ ζῶμεν τῷ κυρίῳ ζῶμεν ἐάν τε ἀποθνῄσκωμεν τῷ κυρίῳ ἀποθνῄσκομεν ἐάν τε οὖν ζῶμεν ἐάν τε ἀποθνῄσκωμεν τοῦ κυρίου ἐσμέν 9εἰς τοῦτο γὰρ Χριστὸς καὶ ἀπέθανεν καὶ ἀνέστη καὶ ἀνέζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ

10σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; ἢ καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ 11γέγραπται γάρ, Ζῶ ἐγώ λέγει κύριος ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ θεῷ 12ἄρα οὖν ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον δώσει τῷ θεῷ

13Μηκέτι οὖν ἀλλήλους κρίνωμεν· ἀλλὰ τοῦτο κρίνατε μᾶλλον τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον 14οἶδα καὶ πέπεισμαι ἐν κυρίῳ Ἰησοῦ ὅτι οὐδὲν κοινὸν δι' ἑαυτοῦ εἰ μὴ τῷ λογιζομένῳ τι κοινὸν εἶναι ἐκείνῳ κοινόν 15εἰ δὲ διὰ βρῶμα ὁ ἀδελφός σου λυπεῖται οὐκέτι κατὰ ἀγάπην περιπατεῖς· μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε ὑπὲρ οὗ Χριστὸς ἀπέθανεν 16μὴ βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθόν 17οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ θεοῦ βρῶσις καὶ πόσις ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύματι ἁγίῳ· 18ὁ γὰρ ἐν τούτοις δουλεύων τῷ Χριστῷ εὐάρεστος τῷ θεῷ καὶ δόκιμος τοῖς ἀνθρώποις 19ἄρα οὖν τὰ τῆς εἰρήνης διώκωμεν καὶ τὰ τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους 20μὴ ἕνεκεν βρώματος κατάλυε τὸ ἔργον τοῦ θεοῦ πάντα μὲν καθαρά ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμματος ἐσθίοντι 21καλὸν τὸ μὴ φαγεῖν κρέα μηδὲ πιεῖν οἶνον μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει ἢ σκανδαλίζεται ἤ ἀσθενεῖ 22σὺ πίστιν ἔχεις κατὰ σαυτὸν ἔχε ἐνώπιον τοῦ θεοῦ μακάριος ὁ μὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκιμάζει· 23ὁ δὲ διακρινόμενος ἐὰν φάγῃ κατακέκριται ὅτι οὐκ ἐκ πίστεως· πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως ἁμαρτία ἐστίν

Stephanus Novum Testamentum Graece 1550.

Bible Hub
Romans 13
Top of Page
Top of Page