ΚΑΤΑ ΜΑΡΚΟΝ 4
Mark 4 Stephanus TR
1Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν· καὶ συνήχθη πρὸς αὐτὸν ὄχλος πολύς, ὥστε αὐτὸν ἐμβάντα εἰς τὸ πλοῖον καθῆσθαι ἐν τῇ θαλάσσῃ καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς ἦν 2καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλά καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ 3Ἀκούετε ἰδού, ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι 4καὶ ἐγένετο ἐν τῷ σπείρειν ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν καὶ ἦλθεν τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτό 5ἄλλο δὲ ἔπεσεν ἐπὶ τὸ πετρῶδες ὅπου οὐκ εἶχεν γῆν πολλήν καὶ εὐθὲως ἐξανέτειλεν διὰ τὸ μὴ ἔχειν βάθος γῆς· 6ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη 7καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ συνέπνιξαν αὐτό καὶ καρπὸν οὐκ ἔδωκεν 8καὶ ἄλλο ἔπεσεν εἰς τὴν γῆν τὴν καλήν καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ αὐξανόντα, καὶ ἔφερεν ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν ἑκατόν 9καὶ ἔλεγεν αὐτοῖς, Ὃ ἔχων ὦτα ἀκούειν ἀκουέτω

10ὅτε δὲ ἐγένετο καταμόνας, ἠρώτησαν αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα τὴν παραβολήν 11καὶ ἔλεγεν αὐτοῖς Ὑμῖν δέδοται γνῶναι τὸ μυστήριον τῆς βασιλείας τοῦ θεοῦ· ἐκείνοις δὲ τοῖς ἔξω ἐν παραβολαῖς τὰ πάντα γίνεται 12ἵνα βλέποντες βλέπωσιν καὶ μὴ ἴδωσιν καὶ ἀκούοντες ἀκούωσιν καὶ μὴ συνιῶσιν μήποτε ἐπιστρέψωσιν καὶ ἀφεθῇ αὐτοῖς τὰ ἁμαρτήματα

13Καὶ λέγει αὐτοῖς Οὐκ οἴδατε τὴν παραβολὴν ταύτην καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε 14ὁ σπείρων τὸν λόγον σπείρει 15οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδὸν· ὅπου σπείρεται ὁ λόγος καὶ ὅταν ἀκούσωσιν εὐθὲως ἔρχεται ὁ Σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον ἐν ταῖς καρδίαις αὐτῶν 16καὶ οὗτοί εἰσιν ὁμοίως οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι οἳ ὅταν ἀκούσωσιν τὸν λόγον εὐθὲως μετὰ χαρᾶς λαμβάνουσιν αὐτόν 17καὶ οὐκ ἔχουσιν ῥίζαν ἐν ἑαυτοῖς ἀλλὰ πρόσκαιροί εἰσιν εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον εὐθὲως σκανδαλίζονται 18καὶ οὗτοί εἰσὶν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι· οὑτοί εἰσιν οἱ τὸν λόγον ἀκούοντες 19καὶ αἱ μέριμναι τοῦ αἰῶνος τούτου, καὶ ἡ ἀπάτη τοῦ πλούτου καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι συμπνίγουσιν τὸν λόγον καὶ ἄκαρπος γίνεται 20καὶ οὗτοί εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες οἵτινες ἀκούουσιν τὸν λόγον καὶ παραδέχονται καὶ καρποφοροῦσιν ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν ἑκατόν

21Καὶ ἔλεγεν αὐτοῖς Μήτι ὁ λύχνος ἔρχεται ἵνα ὑπὸ τὸν μόδιον τεθῇ ἢ ὑπὸ τὴν κλίνην οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν ἐπιτεθῇ 22οὐ γάρ ἐστιν τί κρυπτὸν ὁ ἐὰν μὴ φανερωθῇ οὐδὲ ἐγένετο ἀπόκρυφον ἀλλ' ἵνα εἰς φανερόν ἔλθῃ 23εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω 24Καὶ ἔλεγεν αὐτοῖς Βλέπετε τί ἀκούετε ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν καὶ προστεθήσεται ὑμῖν τοῖς ἀκούουσιν 25ὃς γὰρ ἂν ἔχῃ, δοθήσεται αὐτῷ· καὶ ὃς οὐκ ἔχει καὶ ὃ ἔχει ἀρθήσεται ἀπ' αὐτοῦ

26Καὶ ἔλεγεν Οὕτως ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ ὡς ἐάν ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς 27καὶ καθεύδῃ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν καὶ ὁ σπόρος βλαστάνῃ καὶ μηκύνηται ὡς οὐκ οἶδεν αὐτός 28αὐτομάτη γὰρ ἡ γῆ καρποφορεῖ πρῶτον χόρτον εἶτα στάχυν εἶτα πλήρη σῖτον ἐν τῷ στάχυϊ 29ὅταν δὲ παραδῷ ὁ καρπός εὐθέως ἀποστέλλει τὸ δρέπανον ὅτι παρέστηκεν ὁ θερισμός

30Καὶ ἔλεγεν τίνι ὁμοιώσωμεν τὴν βασιλείαν τοῦ θεοῦ ἢ ἐν ποὶα παραβολῇ παραβάλωμεν αὐτὴν 31ὡς κόκκῳ σινάπεως ὃς ὅταν σπαρῇ ἐπὶ τῆς γῆς μικρότερος πάντων τῶν σπερμάτων ἐστὶν τῶν ἐπὶ τῆς γῆς 32καὶ ὅταν σπαρῇ ἀναβαίνει καὶ γίνεται πάντων τῶν λαχάνων μείζων καὶ ποιεῖ κλάδους μεγάλους ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν

33Καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον καθὼς ἠδύναντο ἀκούειν· 34χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς κατ' ἰδίαν δὲ τοῖς μαθηταῖς αὐτοῦ ἐπέλυεν πάντα

35Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὀψίας γενομένης Διέλθωμεν εἰς τὸ πέραν 36καὶ ἀφέντες τὸν ὄχλον παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ καὶ ἄλλα δὲ πλοιάρια ἦν μετ' αὐτοῦ 37καὶ γίνεται λαῖλαψ ἀνέμου μεγάλη τὰ δὲ κύματα ἐπέβαλλεν εἰς τὸ πλοῖον ὥστε αὐτό ἤδη γεμίζεσθαι 38καὶ ἦν αὐτὸς ἐπὶ τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων καὶ διεγείρουσιν αὐτὸν καὶ λέγουσιν αὐτῷ Διδάσκαλε οὐ μέλει σοι ὅτι ἀπολλύμεθα 39καὶ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ εἶπεν τῇ θαλάσσῃ Σιώπα πεφίμωσο καὶ ἐκόπασεν ὁ ἄνεμος καὶ ἐγένετο γαλήνη μεγάλη 40καὶ εἶπεν αὐτοῖς Τί δειλοί ἐστε οὕτως πῶς οὐκ ἔχετε πίστιν 41καὶ ἐφοβήθησαν φόβον μέγαν καὶ ἔλεγον πρὸς ἀλλήλους Τίς ἄρα οὗτός ἐστιν ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα ὑπακούουσιν αὐτῷ

Stephanus Novum Testamentum Graece 1550.

Bible Hub
Mark 3
Top of Page
Top of Page