Romans 13
Study Bible
Submission to Authorities

Πᾶσα  ψυχὴ  ἐξουσίαις  ὑπερεχούσαις  ὑποτασσέσθω.  οὐ  γὰρ  ἔστιν  ἐξουσία  εἰ  μὴ  ὑπὸ  Θεοῦ,  αἱ  δὲ  οὖσαι  ὑπὸ  Θεοῦ  τεταγμέναι  εἰσίν.  ὥστε    ἀντιτασσόμενος  τῇ  ἐξουσίᾳ  τῇ  τοῦ  Θεοῦ  διαταγῇ  ἀνθέστηκεν·  οἱ  δὲ  ἀνθεστηκότες  ἑαυτοῖς  κρίμα  λήμψονται.  οἱ  γὰρ  ἄρχοντες  οὐκ  εἰσὶν  φόβος  τῷ  ἀγαθῷ  ἔργῳ  ἀλλὰ  τῷ  κακῷ.  θέλεις  δὲ  μὴ  φοβεῖσθαι  τὴν  ἐξουσίαν;  τὸ  ἀγαθὸν  ποίει,  καὶ  ἕξεις  ἔπαινον  ἐξ  αὐτῆς·  Θεοῦ  γὰρ  διάκονός  ἐστιν  σοὶ  εἰς  τὸ  ἀγαθόν.  ἐὰν  δὲ  τὸ  κακὸν  ποιῇς,  φοβοῦ·  οὐ  γὰρ  εἰκῇ  τὴν  μάχαιραν  φορεῖ·  Θεοῦ  γὰρ  διάκονός  ἐστιν,  ἔκδικος  εἰς  ὀργὴν  τῷ  τὸ  κακὸν  πράσσοντι.  διὸ  ἀνάγκη  ὑποτάσσεσθαι,  οὐ  μόνον  διὰ  τὴν  ὀργὴν  ἀλλὰ  καὶ  διὰ  τὴν  συνείδησιν.  διὰ  τοῦτο  γὰρ  καὶ  φόρους  τελεῖτε·  λειτουργοὶ  γὰρ  Θεοῦ  εἰσιν  εἰς  αὐτὸ  τοῦτο  προσκαρτεροῦντες.  ἀπόδοτε  πᾶσιν  τὰς  ὀφειλάς,  τῷ  τὸν  φόρον  τὸν  φόρον,  τῷ  τὸ  τέλος  τὸ  τέλος,  τῷ  τὸν  φόβον  τὸν  φόβον,  τῷ  τὴν  τιμὴν  τὴν  τιμήν. 

Love Fulfills the Law

Μηδενὶ  μηδὲν  ὀφείλετε,  εἰ  μὴ  τὸ  ἀλλήλους  ἀγαπᾶν·    γὰρ  ἀγαπῶν  τὸν  ἕτερον  νόμον  πεπλήρωκεν.  τὸ  γάρ  Οὐ  μοιχεύσεις,  Οὐ  φονεύσεις,  Οὐ  κλέψεις,  Οὐκ  ἐπιθυμήσεις,  καὶ  εἴ  τις  ἑτέρα  ἐντολή,  ἐν  τῷ  λόγῳ  τούτῳ  ἀνακεφαλαιοῦται,  ἐν  τῷ  Ἀγαπήσεις  τὸν  πλησίον  σου  ὡς  σεαυτόν.  10   ἀγάπη  τῷ  πλησίον  κακὸν  οὐκ  ἐργάζεται·  πλήρωμα  οὖν  νόμου    ἀγάπη. 

Clothe Yourselves with Christ

11 Καὶ  τοῦτο  εἰδότες  τὸν  καιρόν,  ὅτι  ὥρα  ἤδη  ὑμᾶς  ἐξ  ὕπνου  ἐγερθῆναι·  νῦν  γὰρ  ἐγγύτερον  ἡμῶν    σωτηρία    ὅτε  ἐπιστεύσαμεν.  12   νὺξ  προέκοψεν,    δὲ  ἡμέρα  ἤγγικεν.  ἀποθώμεθα  οὖν  τὰ  ἔργα  τοῦ  σκότους,  ἐνδυσώμεθα  δὲ  τὰ  ὅπλα  τοῦ  φωτός.  13 ὡς  ἐν  ἡμέρᾳ  εὐσχημόνως  περιπατήσωμεν,  μὴ  κώμοις  καὶ  μέθαις,  μὴ  κοίταις  καὶ  ἀσελγείαις,  μὴ  ἔριδι  καὶ  ζήλῳ·  14 ἀλλὰ  ἐνδύσασθε  τὸν  Κύριον  Ἰησοῦν  Χριστόν,  καὶ  τῆς  σαρκὸς  πρόνοιαν  μὴ  ποιεῖσθε  εἰς  ἐπιθυμίας. 

Study Bible © 2011 - 2013 by Biblos.com in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers on Biblos.com sites are mapped to the traditional convention used by the KJV, NASB, NIV and others. Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub

Romans 12
Top of Page
Top of Page