Matthew 9
Study Bible
Jesus Heals a Paralytic

Καὶ  ἐμβὰς  εἰς  πλοῖον  διεπέρασεν,  καὶ  ἦλθεν  εἰς  τὴν  ἰδίαν  πόλιν. 

Καὶ  ἰδοὺ  προσέφερον  αὐτῷ  παραλυτικὸν  ἐπὶ  κλίνης  βεβλημένον.  καὶ  ἰδὼν    Ἰησοῦς  τὴν  πίστιν  αὐτῶν  εἶπεν  τῷ  παραλυτικῷ  Θάρσει,  τέκνον,  ἀφίενταί  σου  αἱ  ἁμαρτίαι.  καὶ  ἰδού  τινες  τῶν  γραμματέων  εἶπαν  ἐν  ἑαυτοῖς  Οὗτος  βλασφημεῖ.  καὶ  εἰδὼς    Ἰησοῦς  τὰς  ἐνθυμήσεις  αὐτῶν  εἶπεν  Ἵνα‿  τί  ἐνθυμεῖσθε  πονηρὰ  ἐν  ταῖς  καρδίαις  ὑμῶν;  τί  γάρ  ἐστιν  εὐκοπώτερον,  εἰπεῖν  Ἀφίενταί  σου  αἱ  ἁμαρτίαι,    εἰπεῖν  Ἔγειρε  καὶ  περιπάτει;  ἵνα  δὲ  εἰδῆτε  ὅτι  ἐξουσίαν  ἔχει    Υἱὸς  τοῦ  ἀνθρώπου  ἐπὶ  τῆς  γῆς  ἀφιέναι  ἁμαρτίας—  τότε  λέγει  τῷ  παραλυτικῷ  Ἐγερθεὶς*  ἆρόν  σου  τὴν  κλίνην  καὶ  ὕπαγε  εἰς  τὸν  οἶκόν  σου.  καὶ  ἐγερθεὶς  ἀπῆλθεν  εἰς  τὸν  οἶκον  αὐτοῦ.  ἰδόντες  δὲ  οἱ  ὄχλοι  ἐφοβήθησαν  καὶ  ἐδόξασαν  τὸν  Θεὸν  τὸν  δόντα  ἐξουσίαν  τοιαύτην  τοῖς  ἀνθρώποις. 

Jesus Calls Matthew

Καὶ  παράγων    Ἰησοῦς  ἐκεῖθεν  εἶδεν  ἄνθρωπον  καθήμενον  ἐπὶ  τὸ  τελώνιον,  Μαθθαῖον  λεγόμενον,  καὶ  λέγει  αὐτῷ  Ἀκολούθει  μοι.  καὶ  ἀναστὰς  ἠκολούθησεν  αὐτῷ. 

10 Καὶ  ἐγένετο  αὐτοῦ  ἀνακειμένου  ἐν  τῇ  οἰκίᾳ,  καὶ  ἰδοὺ  πολλοὶ  τελῶναι  καὶ  ἁμαρτωλοὶ  ἐλθόντες  συνανέκειντο  τῷ  Ἰησοῦ  καὶ  τοῖς  μαθηταῖς  αὐτοῦ.  11 καὶ  ἰδόντες  οἱ  Φαρισαῖοι  ἔλεγον  τοῖς  μαθηταῖς  αὐτοῦ  Διὰ  τί  μετὰ  τῶν  τελωνῶν  καὶ  ἁμαρτωλῶν  ἐσθίει    διδάσκαλος  ὑμῶν;  12   δὲ  ἀκούσας  εἶπεν  Οὐ  χρείαν  ἔχουσιν  οἱ  ἰσχύοντες  ἰατροῦ  ἀλλ’  οἱ  κακῶς  ἔχοντες.  13 πορευθέντες  δὲ  μάθετε  τί  ἐστιν  Ἔλεος  θέλω  καὶ  οὐ  θυσίαν·  οὐ  γὰρ  ἦλθον  καλέσαι  δικαίους  ἀλλὰ  ἁμαρτωλούς. 

Jesus Questioned about Fasting

14 Τότε  προσέρχονται  αὐτῷ  οἱ  μαθηταὶ  Ἰωάννου*  λέγοντες  Διὰ  τί  ἡμεῖς  καὶ  οἱ  Φαρισαῖοι  νηστεύομεν,  ‹πολλά›  οἱ  δὲ  μαθηταί  σου  οὐ  νηστεύουσιν;  15 καὶ  εἶπεν  αὐτοῖς    Ἰησοῦς  Μὴ  δύνανται  οἱ  υἱοὶ  τοῦ  νυμφῶνος  πενθεῖν  ἐφ’  ὅσον  μετ’  αὐτῶν  ἐστιν    νυμφίος;  ἐλεύσονται  δὲ  ἡμέραι  ὅταν  ἀπαρθῇ  ἀπ’  αὐτῶν    νυμφίος,  καὶ  τότε  νηστεύσουσιν. 

The Patches and Wineskins

16 οὐδεὶς  δὲ  ἐπιβάλλει  ἐπίβλημα  ῥάκους  ἀγνάφου  ἐπὶ  ἱματίῳ  παλαιῷ·  αἴρει  γὰρ  τὸ  πλήρωμα  αὐτοῦ  ἀπὸ  τοῦ  ἱματίου,  καὶ  χεῖρον  σχίσμα  γίνεται.  17 οὐδὲ  βάλλουσιν  οἶνον  νέον  εἰς  ἀσκοὺς  παλαιούς·  εἰ  δὲ  μή¦γε,  ῥήγνυνται  οἱ  ἀσκοί,  καὶ    οἶνος  ἐκχεῖται  καὶ  οἱ  ἀσκοὶ  ἀπόλλυνται·  ἀλλὰ  βάλλουσιν  οἶνον  νέον  εἰς  ἀσκοὺς  καινούς,  καὶ  ἀμφότεροι  συντηροῦνται. 

The Healing Touch of Jesus

18 Ταῦτα  αὐτοῦ  λαλοῦντος  αὐτοῖς  ἰδοὺ  ἄρχων  εἷς  ἐλθὼν**  προσεκύνει  αὐτῷ  λέγων  ὅτι    θυγάτηρ  μου  ἄρτι  ἐτελεύτησεν·  ἀλλὰ  ἐλθὼν  ἐπίθες  τὴν  χεῖρά  σου  ἐπ’  αὐτήν,  καὶ  ζήσεται.  19 καὶ  ἐγερθεὶς    Ἰησοῦς  ἠκολούθει  αὐτῷ  καὶ  οἱ  μαθηταὶ  αὐτοῦ. 

20 Καὶ  ἰδοὺ  γυνὴ  αἱμορροοῦσα  δώδεκα  ἔτη  προσελθοῦσα  ὄπισθεν  ἥψατο  τοῦ  κρασπέδου  τοῦ  ἱματίου  αὐτοῦ·  21 ἔλεγεν  γὰρ  ἐν  ἑαυτῇ  Ἐὰν  μόνον  ἅψωμαι  τοῦ  ἱματίου  αὐτοῦ  σωθήσομαι.  22   δὲ  Ἰησοῦς  στραφεὶς  καὶ  ἰδὼν  αὐτὴν  εἶπεν  Θάρσει,  θύγατερ·    πίστις  σου  σέσωκέν  σε.  καὶ  ἐσώθη    γυνὴ  ἀπὸ  τῆς  ὥρας  ἐκείνης. 

23 καὶ  ἐλθὼν    Ἰησοῦς  εἰς  τὴν  οἰκίαν  τοῦ  ἄρχοντος  καὶ  ἰδὼν  τοὺς  αὐλητὰς  καὶ  τὸν  ὄχλον  θορυβούμενον  24 ἔλεγεν·  Ἀναχωρεῖτε·  οὐ  γὰρ  ἀπέθανεν  τὸ  κοράσιον  ἀλλὰ  καθεύδει.  καὶ  κατεγέλων  αὐτοῦ.  25 ὅτε  δὲ  ἐξεβλήθη    ὄχλος,  εἰσελθὼν  ἐκράτησεν  τῆς  χειρὸς  αὐτῆς,  καὶ  ἠγέρθη  τὸ  κοράσιον.  26 καὶ  ἐξῆλθεν    φήμη  αὕτη  εἰς  ὅλην  τὴν  γῆν  ἐκείνην. 

Jesus Heals Two Blind Men

27 Καὶ  παράγοντι  ἐκεῖθεν  τῷ  Ἰησοῦ  ἠκολούθησαν  ‹αὐτῷ›  δύο  τυφλοὶ  κράζοντες  καὶ  λέγοντες  Ἐλέησον  ἡμᾶς,  υἱὸς  Δαυίδ*.  28 ἐλθόντι  δὲ  εἰς  τὴν  οἰκίαν  προσῆλθον  αὐτῷ  οἱ  τυφλοί,  καὶ  λέγει  αὐτοῖς    Ἰησοῦς  Πιστεύετε  ὅτι  δύναμαι  τοῦτο  ποιῆσαι;  λέγουσιν  αὐτῷ  Ναί,  Κύριε.  29 τότε  ἥψατο  τῶν  ὀφθαλμῶν  αὐτῶν  λέγων  Κατὰ  τὴν  πίστιν  ὑμῶν  γενηθήτω  ὑμῖν.  30 καὶ  ἠνεῴχθησαν  αὐτῶν  οἱ  ὀφθαλμοί.  καὶ  ἐνεβριμήθη  αὐτοῖς    Ἰησοῦς  λέγων  Ὁρᾶτε,  μηδεὶς  γινωσκέτω.  31 οἱ  δὲ  ἐξελθόντες  διεφήμισαν  αὐτὸν  ἐν  ὅλῃ  τῇ  γῇ  ἐκείνῃ. 

Jesus Heals a Mute Man

32 Αὐτῶν  δὲ  ἐξερχομένων,  ἰδοὺ  προσήνεγκαν  αὐτῷ  ‹ἄνθρωπον›  κωφὸν  δαιμονιζόμενον.  33 καὶ  ἐκβληθέντος  τοῦ  δαιμονίου  ἐλάλησεν    κωφός.  καὶ  ἐθαύμασαν  οἱ  ὄχλοι  λέγοντες  Οὐδέποτε  ἐφάνη  οὕτως  ἐν  τῷ  Ἰσραήλ.  34 οἱ  δὲ  Φαρισαῖοι  ἔλεγον  Ἐν  τῷ  ἄρχοντι  τῶν  δαιμονίων  ἐκβάλλει  τὰ  δαιμόνια. 

The Sheep and the Harvest

35 Καὶ  περιῆγεν    Ἰησοῦς  τὰς  πόλεις  πάσας  καὶ  τὰς  κώμας,  διδάσκων  ἐν  ταῖς  συναγωγαῖς  αὐτῶν  καὶ  κηρύσσων  τὸ  εὐαγγέλιον  τῆς  βασιλείας  καὶ  θεραπεύων  πᾶσαν  νόσον  καὶ  πᾶσαν  μαλακίαν. 

36 Ἰδὼν  δὲ  τοὺς  ὄχλους  ἐσπλαγχνίσθη  περὶ  αὐτῶν,  ὅτι  ἦσαν  ἐσκυλμένοι  καὶ  ἐρριμμένοι  ὡσεὶ  πρόβατα  μὴ  ἔχοντα  ποιμένα.  37 τότε  λέγει  τοῖς  μαθηταῖς  αὐτοῦ    μὲν  θερισμὸς  πολύς,  οἱ  δὲ  ἐργάται  ὀλίγοι·  38 δεήθητε  οὖν  τοῦ  Κυρίου  τοῦ  θερισμοῦ  ὅπως  ἐκβάλῃ  ἐργάτας  εἰς  τὸν  θερισμὸν  αὐτοῦ. 

Study Bible © 2011 - 2013 by Biblos.com in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers on Biblos.com sites are mapped to the traditional convention used by the KJV, NASB, NIV and others. Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub

Matthew 8
Top of Page
Top of Page