Acts 1
Study Bible
Introduction for Theophilus

Τὸν  μὲν  πρῶτον  λόγον  ἐποιησάμην  περὶ  πάντων,    Θεόφιλε,  ὧν  ἤρξατο    Ἰησοῦς  ποιεῖν  τε  καὶ  διδάσκειν,  ἄχρι  ἧς  ἡμέρας  ἐντειλάμενος  τοῖς  ἀποστόλοις  διὰ  Πνεύματος  Ἁγίου  οὓς  ἐξελέξατο  ἀνελήμφθη·  οἷς  καὶ  παρέστησεν  ἑαυτὸν  ζῶντα  μετὰ  τὸ  παθεῖν  αὐτὸν  ἐν  πολλοῖς  τεκμηρίοις,  δι’  ἡμερῶν  τεσσεράκοντα  ὀπτανόμενος  αὐτοῖς  καὶ  λέγων  τὰ  περὶ  τῆς  βασιλείας  τοῦ  Θεοῦ· 

Wait for the Holy Spirit

καὶ  συναλιζόμενος  παρήγγειλεν  αὐτοῖς  ἀπὸ  Ἱεροσολύμων  μὴ  χωρίζεσθαι,  ἀλλὰ  περιμένειν  τὴν  ἐπαγγελίαν  τοῦ  Πατρὸς  ἣν  ἠκούσατέ  μου·  ὅτι  Ἰωάννης*  μὲν  ἐβάπτισεν  ὕδατι,  ὑμεῖς  δὲ  ἐν  Πνεύματι  βαπτισθήσεσθε  Ἁγίῳ  οὐ  μετὰ  πολλὰς  ταύτας  ἡμέρας. 

Οἱ  μὲν  οὖν  συνελθόντες  ἠρώτων  αὐτὸν  λέγοντες  Κύριε,  εἰ  ἐν  τῷ  χρόνῳ  τούτῳ  ἀποκαθιστάνεις  τὴν  βασιλείαν  τῷ  Ἰσραήλ;  εἶπεν  ‹δὲ›  πρὸς  αὐτούς  Οὐχ  ὑμῶν  ἐστιν  γνῶναι  χρόνους    καιροὺς  οὓς    Πατὴρ  ἔθετο  ἐν  τῇ  ἰδίᾳ  ἐξουσίᾳ,  ἀλλὰ  λήμψεσθε  δύναμιν  ἐπελθόντος  τοῦ  Ἁγίου  Πνεύματος  ἐφ’  ὑμᾶς,  καὶ  ἔσεσθέ  μου  μάρτυρες  ἔν  τε  Ἰερουσαλὴμ*  καὶ  ἐν  πάσῃ  τῇ  Ἰουδαίᾳ  καὶ  Σαμαρείᾳ*  καὶ  ἕως  ἐσχάτου  τῆς  γῆς. 

καὶ  ταῦτα  εἰπὼν  βλεπόντων  αὐτῶν  ἐπήρθη,  καὶ  νεφέλη  ὑπέλαβεν  αὐτὸν  ἀπὸ  τῶν  ὀφθαλμῶν  αὐτῶν.  10 καὶ  ὡς  ἀτενίζοντες  ἦσαν  εἰς  τὸν  οὐρανὸν  πορευομένου  αὐτοῦ,  καὶ  ἰδοὺ  ἄνδρες  δύο  παρειστήκεισαν  αὐτοῖς  ἐν  ἐσθήσεσι  λευκαῖς,  11 οἳ  καὶ  εἶπαν  Ἄνδρες  Γαλιλαῖοι,  τί  ἑστήκατε  βλέποντες  εἰς  τὸν  οὐρανόν;  οὗτος    Ἰησοῦς    ἀναλημφθεὶς  ἀφ’  ὑμῶν  εἰς  τὸν  οὐρανὸν  οὕτως  ἐλεύσεται  ὃν  τρόπον  ἐθεάσασθε  αὐτὸν  πορευόμενον  εἰς  τὸν  οὐρανόν. 

Matthias Replaces Judas

12 Τότε  ὑπέστρεψαν  εἰς  Ἰερουσαλὴμ*  ἀπὸ  ὄρους  τοῦ  καλουμένου  Ἐλαιῶνος,    ἐστιν  ἐγγὺς  Ἰερουσαλὴμ*  σαββάτου  ἔχον  ὁδόν.  13 καὶ  ὅτε  εἰσῆλθον,  εἰς  τὸ  ὑπερῷον  ἀνέβησαν  οὗ  ἦσαν  καταμένοντες,    τε  Πέτρος  καὶ  Ἰωάννης*  καὶ  Ἰάκωβος  καὶ  Ἀνδρέας,  Φίλιππος  καὶ  Θωμᾶς,  Βαρθολομαῖος  καὶ  Μαθθαῖος,  Ἰάκωβος  Ἁλφαίου*  καὶ  Σίμων    Ζηλωτὴς  καὶ  Ἰούδας  Ἰακώβου.  14 οὗτοι  πάντες  ἦσαν  προσκαρτεροῦντες  ὁμοθυμαδὸν  τῇ  προσευχῇ  σὺν  γυναιξὶν  καὶ  Μαριὰμ  τῇ  μητρὶ  τοῦ  Ἰησοῦ  καὶ  σὺν  τοῖς  ἀδελφοῖς  αὐτοῦ. 

15 Καὶ  ἐν  ταῖς  ἡμέραις  ταύταις  ἀναστὰς  Πέτρος  ἐν  μέσῳ  τῶν  ἀδελφῶν  εἶπεν·  ἦν  τε  ὄχλος  ὀνομάτων  ἐπὶ  τὸ  αὐτὸ  ὡσεὶ  ἑκατὸν  εἴκοσι  16 Ἄνδρες  ἀδελφοί,  ἔδει  πληρωθῆναι  τὴν  γραφὴν  ἣν  προεῖπεν  τὸ  Πνεῦμα  τὸ  Ἅγιον  διὰ  στόματος  Δαυὶδ*  περὶ  Ἰούδα  τοῦ  γενομένου  ὁδηγοῦ  τοῖς  συλλαβοῦσιν  Ἰησοῦν,  17 ὅτι  κατηριθμημένος  ἦν  ἐν  ἡμῖν  καὶ  ἔλαχεν  τὸν  κλῆρον  τῆς  διακονίας  ταύτης.  18 οὗτος  μὲν  οὖν  ἐκτήσατο  χωρίον  ἐκ  μισθοῦ  τῆς  ἀδικίας,  καὶ  πρηνὴς  γενόμενος  ἐλάκησεν  μέσος,  καὶ  ἐξεχύθη  πάντα  τὰ  σπλάγχνα  αὐτοῦ·  19 καὶ  γνωστὸν  ἐγένετο  πᾶσι  τοῖς  κατοικοῦσιν  Ἰερουσαλήμ*,  ὥστε  κληθῆναι  τὸ  χωρίον  ἐκεῖνο  τῇ  ἰδίᾳ  διαλέκτῳ  αὐτῶν  Ἁκελδαμάχ*,  τοῦτ’  ἔστιν  Χωρίον  αἵματος. 

20 γέγραπται  γὰρ  ἐν  βίβλῳ  Ψαλμῶν  Γενηθήτω    ἔπαυλις  αὐτοῦ  ἔρημος  καὶ  μὴ  ἔστω    κατοικῶν  ἐν  αὐτῇ,  καί  Τὴν  ἐπισκοπὴν  αὐτοῦ  λαβέτω  ἕτερος. 

21 δεῖ  οὖν  τῶν  συνελθόντων  ἡμῖν  ἀνδρῶν  ἐν  παντὶ  χρόνῳ    εἰσῆλθεν  καὶ  ἐξῆλθεν  ἐφ’  ἡμᾶς    Κύριος  Ἰησοῦς,  22 ἀρξάμενος  ἀπὸ  τοῦ  βαπτίσματος  Ἰωάννου*  ἕως  τῆς  ἡμέρας  ἧς  ἀνελήμφθη  ἀφ’  ἡμῶν,  μάρτυρα  τῆς  ἀναστάσεως  αὐτοῦ  σὺν  ἡμῖν  γενέσθαι  ἕνα  τούτων.  23 Καὶ  ἔστησαν  δύο,  Ἰωσὴφ  τὸν  καλούμενον  Βαρσαββᾶν,  ὃς  ἐπεκλήθη  Ἰοῦστος,  καὶ  Μαθθίαν.  24 καὶ  προσευξάμενοι  εἶπαν  Σὺ  Κύριε  καρδιογνῶστα  πάντων,  ἀνάδειξον  ὃν  ἐξελέξω  ἐκ  τούτων  τῶν  δύο  ἕνα  25 λαβεῖν  τὸν  τόπον  τῆς  διακονίας  ταύτης  καὶ  ἀποστολῆς,  ἀφ’  ἧς  παρέβη  Ἰούδας  πορευθῆναι  εἰς  τὸν  τόπον  τὸν  ἴδιον.  26 καὶ  ἔδωκαν  κλήρους  αὐτοῖς,  καὶ  ἔπεσεν    κλῆρος  ἐπὶ  Μαθθίαν,  καὶ  συνκατεψηφίσθη  μετὰ  τῶν  ἕνδεκα  ἀποστόλων. 

Study Bible © 2011 - 2013 by Biblos.com in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers on Biblos.com sites are mapped to the traditional convention used by the KJV, NASB, NIV and others. Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub

John 21
Top of Page
Top of Page